24 февраля (9 марта) - празднование…

Mar 11, 2022 19:08

…в честь первого (IV) и второго (452) обретение честной главы святого Иоанна Предтечи, а также память свщмч. Флавиана диакона и с ним мучч. Лукиана, Монтана, Иулиана, Виктора, Рена, Примола и Донатиана, Карфагенских (†258), преп. Иоанна Жнеца, Калабрийского (†1129), преп. Ефрема (Димитракопулоса) священноинока, Критского, нарицаемого «Хаджи-Отец» (†1909)
Богослужебные тексты:
Кондак-многострофник на обретение Предтечевой главы (творение преподобного Феодора Студита, перевод с древнегреческого П. К. Доброцветова, на сайте «Азбука веры»)
Иной канон на обретение Предтечевой главы (творение святителя Германа, Патриарха Константинопольского, перевод с древнегреческого А. Ю. Никифоровой, в «Уставных заметках»)
Бденная служба священномученику Флавиану и иже с ним пострадавшим (составлена протоиереем Илией Шапиро, на сайте храма во имя Живоначальной Троицы в селе Горетово Можайского р-на Московской области)
Акафист священномученику Флавиану (файл в формате PDF, 1 МБайт, на сайте «Нови Србљак»)

Текст на церковнославянском языке (переводной) начинается на стр. 16, текст на сербском языке (оригинал) начинается на стр. 35.Богослужебные тексты в честь преподобного Иоанна, ранее выкладывавшиеся в блоге Илии Вуцинаса и в настоящий момент недоступные.

ΦΕΒΡΟΥΑΡΙΟΣ 24.
ΙΩΑΝΝΗΣ ΘΕΡΙΣΤΗΣ ΟΣΙΟΣ
ΚΟΝΤΑΚΙΑ.
Πρὸς τό· Τράνωσον.Ὥσπερ ἐν ἄλσει ἔρνος ἐλαίας, ὡς μῆλον ἐν τῷ δρυμῷ, κρίνον ἐν τῷ ἀγρῷ, ὡς ἐν ἀκάνθαις ἡδύπνοον, ῥόδον εὑρόν σε τὸ θεῖον Πνεῦμα, ἐξ ἀπίστων ἐξῆξε σοφῇ προνοίᾳ, καὶ φωτισμῷ, τοῦ βαπτίσματος ὅλον ἐλάμπρυνε, ἐντεῦθεν ἧρας ἐπ’ ὤμοις, τὸν σταυρὸν καὶ ὁσίως ἐμόνασας, σκιρτῶσαν σάρκα κατέτηξας, Ἰωάννη Ὁσίων τὸ καύχημα, διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.
Ἄριστος ὦν καὶ πρὸ τοῦ μονάσαι, ἐξ οἰκείων ἱδρώτων, καὶ καυσώδους κόπου, τοὺς πεινωμένους διέτρεφες, ἀσύγκριτον ποιῶν ἐργασίαν, ἐν τῷ θέρει ὡς ἄλλος οὐδεὶς ἐν βίῳ, ὀνομαστός, καὶ επωνομασμένος ἐκ τούτου φανείς, πρὸς τούτοις πόσει καὶ δίψει, προσευχῇ καὶ δεήσει ἐγκαρτερῶν, ναὸν σαυτὸν ἐπετελεσας, καθαρὸν καὶ δοχεῖον τοῦ Πνεύματος, διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.

ΑΠΟΛΥΤΙΚΙΟΝ.Τὴν λαμπράν κατέλειψας νῆσον Σικελῶν, ἐπαρχίαν ὄλβιον πατρός, καὶ ταῖς μητρὸς πιστῆς παραινέσεσι, τὴν Καλαβρίαν δὲ ἁγίαν κατέλαβες, Ἰωάννη Πάτερ ἡμῶν, διὸ ὑπὲρ ἡμῶν δυσώπει τὸν Κύριον.

ΚΑΘΙΣΜΑ.Ἐν σκηναῖς οὐρανίαις ἡ καθαρὰ καιὶ ἄμωμος, ψυχή σου χοροβατεῖ, σὺν Ἀγγέλοις Ὅσιε, καὶ σὺν πᾶσι Ἁγίοις, καὶ ἐπὶ γῆς καὶ πάντιμος, σορὸς τῶν λειψάνων σου, ἐκτελεῖ παράδοξα, τοῖς πίστει προστρέχουσι, δόξαν ἐκομίσω, παρὰ τοῦ στεφοδότου, ἀξίαν τῶν πόνων σου, εἰληφὼς τὴν ἀντάμειψιν, Ἰωάννη μακάριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν τὴν ἄφεσιν.

ΣΤΙΧΗΡΑ.
Ὅτε ἐκ τοῦ Ξύλου.Ὤφθης, ἀπὸ βρέφους ἀγαθήν, Πάτερ ἐκλεξάμενος ὄντως, μερίδα φίλος Θεοῦ, πατρικὴν ἀσέβειαν, ἀπαρνήσαμενος, μητρικὴν δὲ εὐσέβειαν, ποθήσας ἐμφρόνως, ὅθεν συγχορεύεις νῦν, τῶν πρωτοτόκων σκηναῖς, ἔνθα, μνημονεύων μὴ παύσῃ, τῶν ἐπιτελούντων σου πόθῳ, τὸ φαιδρὸν μνημόσυνον μακάριε.
Θεῖον, προσκυνοῦντά σε Σταυρόν, καὶ ταῖς ἐκκλησίαις παμμάκαρ, ἀεὶ σχολάζοντα, καὶ φωτὸς δεικνύμενον, καὶ ἡμέρας υἱόν, οἱ τοῦ σκότους μὴ φέροντες, ἀπόγονοι βλέπειν, τύπτοντες ἐμάστιζον, καὶ σὲ κατηχίζοντα, σὲ δέ, διεφύλαττε χάρις, θεία εἰς πολλῶν σωτηρίαν, ἀξιομνημόνευτε Πάτερ ἡμῶν.
Λόγοις, πειθαρχήσας τῆς μητρός, τὴν τῆς ἀσεβείας μητέρα, πόλιν κατέλιπες, καὶ τὴν πρὸς εὐσέβειαν, φέρουσαν ἤνυες, ἄτραπον παναοίδιμε, ἐν ᾗ θείῳ ζήλῳ, ὥσπερ τὸν Αἰγύπτιον, πάλαι ὁ μέγας Μωσῆς, οὕτως, καὶ αὐτὸς κατασφάξας, τὸν ἐχθρὸν καὶ βάρβαρον κύνα, ἐκ θανάτου ἥρπασας ἀθώων ψυχάς.

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ.Ἄγγελοι τὴν μέγιστην ὑπομονήν σου, καὶ ἄνθρωποι ἐξίστανται εννοοῦντες, δαιμόνων πληθὺς ἔφριττεν, ὡς ἐτελεις ἐν τῇ κρυμώδει λίμνῃ, στάσεις παννύχους, αὐτοπροαίρετος Μάρτυς, καὶ μοναζόντων τὸ κλέος.
Богослужебные тексты в честь преподобного Ефрема, составленные иереем Николаем Лазаракисом (Крит) (из статьи Эммануила Дундулакиса «Unknown Contemporary Cretan Hymnographers and Their Unpublished Hymns»)

O ΟΣΙΟΣ ΕΦΡΑΙΜ “ΧΑΤΖΗ-ΠΑΤΕΡΑΣ” ΕΚ ΤΩΝ ΛΙΜΝΩΝ ΜΕΡΑΜΠΕΛΛΟΥ - ΚΡΗΤΗΣ
ΕΚ ΤΩΝ ΑΠΟΣΤΙΧΩΝ
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.Χάροις ὁ θησαυρός τῶν Λιμνῶν, τῆς νήσου Κρἠτης ὁ ἀστήρ ὁ νεόφωτος, ὁ ἄξιος ὑπηρέτης τοῦ ἀμπελώνος Χριστοῦ, ὁ ποιμήν ὁ πρᾶος καί σεβάσμιος. Διό πάτερ, ὅσιε, πλείστας κώμας διέδραμες, καί τούς ἐν σκότει καί σκιᾷ ἐνουθέτησας, ὁδηγῶν αὐτούς πρός τό Φῶς τό ἀνέσπερον. Ὄθεν σε ἐχαρίτωσε τῆς δόξης ὁ Κύριος καί στεφηφόρος εἰσῆλθες τοῖς οὐρανίοις σκηνώμασι. Καί νῦν ἐκδυσώπει ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τό μέγα ἔλεος.

ΕΚ ΤΩΝ ΑΠΟΛΥΤΙΚΙΩΝ
Ἦχος δ΄. Ταχύ προκατάλαβε.Τόν δρόμον διήνυσας τῆς ἀληθείας Χριστοῦ. Πιστός φίλος γέγονας καί ὑπηρέτης Αὐτοῦ, Ἐφραίμ ἡμῶν Ὅσιε. Ὄθεν ἔλαβες χάριν θεραπεύεις νοσοῦντας Ἀγλάισμα καί κλέος ἀνεδείχθης τῆς Κρήτης. Διό πάτερ ἱκέτευε ὑπέρ τῶν τιμώντων σε.

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.Ἐκ Λιμνῶν ὁρμωμένου, πλείστας κώμας διέδραμες, καί ὡς ἄλλος Νίκων ἐδείχθης, Πατήρ Ἐφραίμ Ἱερώτατε. Πανάξιος καί θεῖος Λειτουργός, ψυχῶν τε καί σωμάτων ἰατρός, θεραπεύεις τούς νοσοῦντας, καί ἀρνομάνας προστάτης γενόμενος. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σε θαυμαστώσαντι. Δόξα τῷ ἐν Τριάδι Θεῷ, τῷ λαμπρῶς σε ἁγιάσαντι.

ΚΟΝΤΑΚΙΟN
Ἦχος δ΄. Ταχύ προκατάλαβε.Ὁσίως ἐβιωσας ὑπέρ Χριστοῦ τοῦ Θεοῦ, καί ἔργοις ἐκόσμισας τήν Ἐκκλησίαν Αὐτοῦ, Ἐφραίμ ἡμῶν Ὅσιε. Ἔλαμψας ἐν τῷ κόσμῳ τῇ ἐν σῇ σωφροσύνη, χάριτας ἰαμάτων, ἀπαστράπτων τοῖς πᾶσι, διό καί γεραίρομεν πίστει τήν μνήμην σου.

ΜΕΓΑΛΥΝΑΡΙΑΧαίροις των Λιμνῶν ὁ θείος βλαστός και τοῦ Μεραμπέλλου ὁ πολύτιμος θησαυρός. Χαίροις ὁ νεκρώσας τοῦ σώματος τά πάθη, καί τά τερπνά τοῦ βίου, Ἐφραίμ μακάριε.
Τον πιστόν διάκονον τοῦ Χριστοῦ, ἄξιον ἐργάτην ὡς και θεῖον μυσταγωγόν τον ἐκ Μεραμβέλλου, καί ἐκ τῆς νήσου Κρήτης, Ἐφραίμ τον θεηγόρον, ὕμνοις τιμήσωμεν.

ΚΑΘΙΣΜΑΤΑ ΟΡΘΡΟΥ
Ἦχος α΄. Τόν τάφον σου Σωτήρ.Τόν βίον εὐσεβῶς ἐπί γῆς διανύσας, πιστός Ἱερουργός τῷ Κυρἰῳ ἐδείχθης, τόν λόγον τῆς πίστεως, διασπείρας τοῖς πέρασι, ὄθεν αἴτησαι τόν σόν Δεσπότην φωτίσαι, τάς ψυχάς ἡμῶν, ταῶν ἀναξίως σου δούλων.
Ὡς Ἥλιος λαμπρός, ἐκ τῆς Κρήτης ἐκλάμψας, ἐφώτισας Ἐφραίμ, τάς ψυχάς τῶν ἐν σκότει, ποιμήν πιστός γέγονας καί ναούς ὠκοδόμησας. Καί ἐβίωσας Ἀγγελικῶς ἐν τῷ κόσμῳ. Διό πρέσβευε, τόν Δεσπότην καί Σωτήρα, ὑπέρ τῶν τιμώντων σε.
Ἐν πόνοις καί πολλαῖς προσευχαῖς καί νηστείαις, τό σῶμα, τήν ψυχήν, σύ ἐκάθηρας πάτερ, ἐκλογῆς σκεῦος γέγονας, τῶν Ἀγγέλων συνόμιλος. Ὄθεν ἔλαβες, παρά Κυρίου τήν χάριν, ἱατρεύοντας καί τούς ἐν νόσοις καί θλίψει, ἀνθρώπους μακάριε.

ΕΚ ΤΩΝ ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΩΝ
Ἦχος γ΄. Ἐν πνεύματι τῷ ἱερῷ.Ἀσκητικῶς βιώσας, ἐμεγαλύνθης θαυμαστός, Ἐφραίμ ἡμῶν θεοφόρε, παρά τοῦ πάντων Ποιητοῦ. Διό καί νῦν ἐκδυσώπει, ὑπέρ ἡμῶν τῷ Κυρίῳ.
Параклис преподобному Ефрему (составлен иереем Николаем Лазаракисом, на греческом языке, файл в формате PDF, на сайте Института новогреческого языка, православного богословия и культуры)

Также в этот день совершается память почитаемого подвижника - клирика г. Ростова-на-Дону праведного протоиерея Иоанна Домовского (†1930)

Тропарь праведному Иоанну (взят отсюда)Святый праведный отче Иоанне, Ростова на Дону светильниче, чадолюбивый наставниче Слова Божия, Царей Православных радетелю, обновленчества и безбожия обличителю, моли милостиваго и всещедраго Бога, да исполнит всеми дарами благости Своей Церковь Русскую и да утвердит на земле российстей Царей благоверных, насадителей всякаго добра и благочестия во Имя Отца и Сына и Святаго Духа.

богослужебные тексты, неканонизированные усопшие, февраль, Минея Дополнительная, переводы, литургика в Сети, тропарь/кондак

Previous post Next post
Up