«Δεῦτε πάντες οἱ πιστοί, τὸν Ἱεράρχην καὶ φίλον Κυρίου, Φώτιον τὸν πανθαύμαστον, εὐσεβῶς ἀνευφημήσωμεν· οὗτος γὰρ ἀποστολικῆς διδασκαλίας γενόμενος ἔμπλεως, καὶ τοῦ Ἁγίου Πνεύματος καταγώγιον, δι’ ἐναρέτου πολιτείας ἀναδειχθείς, ἐκ τῆς Καθολικῆς Ἐκκλησίας διὰ δογμάτων τοὺς λύκους ἀπήλασε· καὶ τὴν Ὀρθόδοξον Πίστιν σαφῶς τρανώσας, στῦλος ἀναδέδεικται, καὶ εὐσεβείας πρόμαχος· διὸ καὶ μετὰ πότμον παριστάμενος ἐγγύτερον τῷ Χριστῷ, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν. - Ὅσιε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων αὐτὸς καὶ νῦν πανεύφημε, ἱερώτατε Φώτιε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. -
Τῆς Ἐκκλησίας ὁ φωστὴρ ὁ τηλαυγέστατος, καὶ Ὀρθοδόξων ὁδηγὸς ὁ ἐνθεώτατος, στεφανούσθω νῦν τοῖς ἄνθεσι τῶν ᾀσμάτων, ἡ θεόφθογγος κιθάρα ἡ τοῦ Πνεύματος, ὁ στεῤῥότατος αἱρέσεων ἀντίπαλος, ᾧ καὶ κράζομεν· χαῖρε πάντιμε Φώτιε...» (Κωνσταντινούπολη, 1891.)
далѣе...