«Προελομένη τὰ οὐράνια πόθῳ, Θεοφανὼ τὴν βιοτὴν διεξῆλθες, ἀγγελικῶς ἐν γῇ περιπολεύουσα, ὅθεν κατηξίωσαι οὐρανίων χαρίτων, σὺν ἀγγέλων τάξεσι, καὶ ἁγίων χορείαις, παρισταμένη τῷ παμβασιλεῖ, ὃν ἐκδυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος. - Ἑορτήν σου σήμερον, τὴν λαμπροτάτην, ἐκτελοῦντες κράζομεν, Θεοφανώ, πανευσεβῶς, τοὺς σὲ ὑμνοῦντας διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους σου. - Πατέρα τὸν Ἄναρχον πιστῶς, σὺν Υἱῷ καὶ Πνεύματι, τὴν ἑνιαίαν Θεότητα, τρόμῳ δοξάσωμεν, ἐκ μὴ ὄντων πάντα εἰς τὸ εἶναι νεύματι, σαφῶς παραγαγόντα, κραυγάζοντας· Θεὲ ἀθάνατε, ἱκεσίαις τῆς Ὁσίας σου, τὸν λαόν Σου οἴκτειρον ὡς εὔσπλαγχνος. -
Υἱὸν γεννηθέντα ἐκ Πατρός, Πνεῦμά τε τὸ ἅγιον ἐκπορευόμενον, ἅπαντες δοξολογήσωμεν, προσκυνοῦντες πίστει ὡς Θεὸν παντάνακτα· λιταῖς τῆς σῆς Ὁσίας, οἰκτείρησον τοὺς σοὶ λατρεύοντας, σαρκωθεὶς ὁ ὑπερούσιος, ὑπὲρ πάντων γηγενῶν, ἀθάνατε...» (Κωνσταντινούπολη, 1857.)
далѣе...