6 декабря. Молебный канонъ свт. Николаю Чудотворцу (греч.)

Dec 19, 2013 11:46

Originally posted by russportal at 6 декабря. Молебный канонъ свт. Николаю Чудотворцу (греч.)

«Κανόνα πίστεως, καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια. Πάτερ ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν. - Χάριν εἰληφὼς παρὰ Θεοῦ, πᾶσι χορηγεῖς τὰς ἰάσεις, ὑπὸ τὴν σκέπην σου, ἅγιε Νικόλαε, τοῖς σοὶ προστρέχουσι, φυγαδεύεις δαιμόνων γάρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δέ, τῇ προστασίᾳ σου. Ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς σε. -Ἅπαντα τὸν βίον μου ἐν ἀμελείᾳ διάγων, καὶ πρὸ τέλους ἔφθασα, ἄκαρπος ὁ δείλαιος, Ὑπεράγαθε, πονηρῶν πράξεων, ἐπιφέρων μόνον, νῦν φορτία τὰ δυσβάστακτα· ἅπερ Φιλάνθρωπε, σκόρπισον ῥοπῇ τοῦ ἐλέους σου, καὶ δίδου μοι κατάνυξιν, καὶ ἐπιστροφὴν τὴν σωτήριον, ταῖς τοῦ Νικολάου, πρεσβείαις εὐπροσδέκτοις ὁ Θεός, ὃν εἰς πρεσβείαν προσάγω σοι, καὶ τὴν σὲ κυήσασαν...» (Πειραιάς, 1920.) далѣе...

Новости, Службе на грчком, Осанна

Previous post Next post
Up