Originally posted by
russportal at
6 декабря. Греч. служба и житіе свт. Николая Чудотворца «Μύρῳ θείῳ σε ἔχρισε, θεία χάρις τοῦ Πνεύματος, μύρων προεδρεύσαντα καὶ μυρίσαντα, ταῖς ἀρεταῖς Ἱερώτατε, τοῦ κόσμου τὰ πέρατα, ἡδυπνόοις τε εὐχαῖς, τὰ δυσώδη διώκοντα, πάθη πάντοτε· διὰ τοῦτό σε πίστει εὐφημοῦμεν, καὶ τελοῦμέν σου τὴν μνήμην, τὴν παναγίαν Νικόλαε. - Ὡς λαμπτῆρά σε ἄδυτον, ὡς φωστῆρα παγκόσμιον, ἐν τῷ στερεώματι ἀναλάμψαντα, τῆς Ἐκκλησίας Νικόλαε, καὶ κόσμον φωτίζοντα, καὶ κινδύνων χαλεπῶν, τὴν ἀχλύν ἀπελαύνοντα, καὶ ἐξαίροντα, ἀθεΐας χειμῶνα καὶ γαλήνην, ἐργαζόμενον βαθεῖαν, χρεωστικῶς μακαρίζομεν. -
Καὶ παρὼν καὶ φαινόμενος, ἐν ὀνείροις Νικόλαε, τοὺς ἀδίκως μέλλοντας θνῄσκειν ἔσῳσας, ὡς συμπαθὴς ὡς φιλάγαθος, ὡς ῥύστης θερμότατος, ὡς προστάτης ἀληθής, τῶν πιστῶς ἐξαιτούντων σου, τὴν ἀντίληψιν, ἱερώτατε Πάτερ τῶν Ἀγγέλων, συμπολῖτα Ἀποστόλων καὶ Προφητῶν ἰσοστάσιε...» (Ἀθήνα, 1905.)
далѣе...