Dec 25, 2013 17:06
Стихотворение, обнаруженное в бумагах Меццофанти
Ὁ καιρὸς ἦλθεν ἤδη
Ὁν εἵσαν οἱ προφήται
Υἱὸς δ’ὁ τοὺ θεοῖο
Ἐξ οὐρανῶν κατήλθεν,
ἵνα βροτοὺς σαῶσῃ.
Αὐτὸς δ’ἄναξ ἀνάκτων,
Ἐκ παρθένου γενητὸς,
Θρόνον Θεῷ πρέποντα
Οὐκ εἶχεν, ἀλλὰ φάτνον.
Ὁ δ’ ἄγγελος παραστάς
Τοῖς ποιμέσιν, διδάσκει
Ὡς κόσμου ἤλθ’ ὁ σωτήρ.
Οἱ δ’ εὐθέως λαβόντες
Δῶρα βρέφει φέρουσι,
Χάριν δ’ἀπ’αὔτου εὗρον.
Πένης δ’ὅλως ἅμ’ αὐτοῖς
Ἀμνὸν τὸν εἶχεν μούνον
Ἤνεγγε τῲ Νεωγνῷ.
Ὁ παῖς ὁρᾷ τὸν ἀμνόν,
Καὶ προσγελᾲ διδόντι.
Τὶ τότ’; ἔγνω γὰρ αὐτοὺ
Τύπον - Θεοῦ περ αὐτός
Ὁ πρᾷος ἐστίν ἀμνός
Ἁμαρτίας ἀφαιρών
Τοὺ κόσμου - Άμνὲ, χαίρε!
Ἄρον δ’ ἁμαρτίας μου!
Ἄρον - τε χάριν δός μοι!
рождество,
греческий язык,
Меццофанти