Выкладываю в «Уставные заметки» текст иного канона преподобному Иоанну Кассиану Римлянину. Как в минейной службе, так и в
греческом восполнении минейного последования до полиелейного разряда находится один и тот же канон - 2-го гласа, творение преподобного Иосифа Песнописца. Однако некогда в блоге «Ορθόδοξος Υμνογραφία» был выложен ещё один канон, побочного 4-го (славянского 8-го) гласа с акростихом, написанный Никифором Мосхопулосом (в акростихе подписался как «Критянин»). Поскольку та старая запись сегодня недоступна, дублирую текст здесь.
Κανών, οὗ ἡ ἀκροστιχίς: Κόσμον μοναστῶν Κασσιανὸν αἰνέσω. Ὁ Κρήτης.
Ἦχος πλ. δ΄.
ᾨδὴ α΄.
Ὁ Εἱρμὸς. Ὑγρὰν διοδεύσας.Κοσμήσας ψυχῆς σου τὸ τριμερές, λαμπρότητι βίου, καὶ δογμάτων ὕψει Σοφέ, κόσμος ἀνεδείχθης μοναζόντων, Κασσιανὲ καὶ σεμνότης καὶ στήριγμα.
Ὁ πάντων προγνώστης καὶ ποιητής, ὁ πρὶν ἐκ μὴ ὄντων, πᾶσαν κτίσιν παραγαγών, αὐτὸς μοναζόντων ὁδηγόν σε, Κασσιανὲ καὶ διδάσκαλον δείκνυσι.
Συνέσει κοσμούμενος θεϊκῇ, τοῦ κόσμου Παμμάκαρ, τὴν προσπάθειαν ἐκ ψυχῆς, ἐμίσησας ὄντως καὶ τῆς θείας, θεοφανείας κατηξίωσαι.
Θεοτοκίον.Μαρία τὸ τεῖχος Χριστιανῶν, δεινῶς τὴν ψυχήν μου, βαρυνθεῖσαν ταῖς ἡδοναῖς, ταῖς Σαῖς ἐπικούφισον πρεσβείαις, καὶ ἀρετῶν πρὸς τὰς τρίβους ὁδήγησον.
ᾨδὴ γ'. Ὁ Εἱρμὸς. Σὺ εἶ τὸ στερέωμα.Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν Σοφὲ θέμενος, τῶν γεηρῶν, πάντων ὑπερῆρας, τῆς ψυχῆς σου τὸ φρόνημα.
Νοῦν τῇ τῶν αἰσθήσεων, παιδαγωγίᾳ καθάρας σου, τῷ νοητῷ, Πάτερ προσωμίλεις, σὺ νοΐ δι’ ἐντεύξεως.
Μέσον ἔστης πράξεως, καὶ θεωρίας Πανόλβιε, καὶ ἐξ ἀμφοῖν, ἔσχες θείαν γνῶσιν, καὶ διδάσκεις σαφέστατα.
Θεοτοκίον.Ὅλον με Πανύμνητε, τραυματισθέντα τοῖς πάθεσι, καὶ ἡδονῶν, βέλει νεκρωθέντα, τῷ ἐλέει Σου ζώωσον.
ᾨδὴ δ'. Ὁ Εἱρμὸς. Εἰσακήκοα Κύριε.Νομοθέτης γενόμενος, πλάκας ἐν Σιναίῳ Μωσῆς ἐδέξατο, τῶν παθῶν δὲ σὺ τὰ αἴτια, φωτισθεὶς θεόθεν ἐστηλίτευσας.
Ἀρετῶν διδασκάλιον, καὶ τῶν ἀσκητῶν κανὼν ἀπαρέγκλιτος, ἡ σὴ βίβλος ἀναπέφηνεν, ὡς μεστὴ χαρίτων διακρίσεως.
Σὺ τὴν πρᾶξιν ἐπίβασιν, ἔσχες θεωρίας ἀριδηλότατα· τῶν παθῶν οὖν τὸν πρωτεύοντα, τῆς γαστρὸς τὸν κόρον ἐναπέδειξας.
Θεοτοκίον.Τίς ἐξείποι Πανάμωμε, τοῦ Σοῦ μυστηρίου τὸ ἄῤῥητον; πῶς καὶ τίκτεις καὶ μεμένηκας, μετὰ τόκον πάλιν ἀειπάρθενος;
ᾨδὴ ε'. Ὁ Εἱρμὸς. Ὀρθρίζοντες.Ὡς μέγιστος φωστὴρ ἀνεδείχθης τῶν μοναζόντων, θεόφρον Πατὴρ ἡμῶν, Κασσιανὲ ἀξιάγαστε.
Νηστείᾳ καὶ δεήσει σχολάσας θεόφρον Πάτερ, ἐρήμου κατώκησας, καὶ τῶν παθῶν ἀπεμάκρυνας.
Κοιμίσας τῶν παθῶν τὰς κινήσεις τῇ ἐγκρατείᾳ, τὸν νοῦν ἀνεπτέρωσας, εἰς θεωρίαν Πανόλβιε.
Θεοτοκίον.Ἀσπόρως συλλαβοῦσα τὸν Κτίστην Θεοκυῆτορ, ἀφθόρως γεγέννηκας, Ἐμμανουὴλ τὸν Θεάνθρωπον.
ᾨδὴ ς'. Ὁ Εἱρμὸς. Ἱλάσθητί μοι Σωτήρ.Σοφίας ἑλληνικῆς, ἐμφρόνως καταπεφρόνηκας, σοφίαν πνευματικήν, θεόθεν ἐπλούτησας, δι’ ἧς φωτιζόμενος, ἄριστα διδάσκεις, μοναζόντων τὰ συστήματα.
Ἰσχύϊ τοῦ παντουργοῦ, Παμμάκαρ Πνεύματος ᾔσχυνας, τὸν παλαμναῖον ἐχθρόν, ταπείνωσιν ἄμετρον, εὐχὴν ἀδιάλειπτον, καὶ ἀκτημοσύνην, καὶ ἐγκράτειαν κτησάμενος.
Ἀγάπην τὴν πρὸς Θεόν, καὶ τὸν πλησίον ἐκέκτησο, τῆς μήνιδος τὰς βολάς, ποσί σου συνέτριψας, καὶ τῆς διακρίσεως, εἴληφας τὴν χάριν, ὦ θεόφρον Παναοίδιμε.
Θεοτοκίον.Νομίμων δίχα σαρκός, τὸν Νομοδότην γεγέννηκας, τοὺς νόμους δὲ τοῦ Θεοῦ, κακῶς παραβάντα με, διόρθωσαι Πάναγνε, μόνη τῶν ἀνθρώπων, τῶν πιπτόντων ἡ ἀνόρθωσις.
ᾨδὴ ζ'. Ὁ Εἱρμὸς. Παῖδες Ἑβραίων.Ὅλος νοΐ κεκαθαρμένος, δι’ ἐντεύξεως ἑώρας τὸν Δεσπότην, καὶ τρανῶς ὑπ’ Αὐτοῦ, λαμπόμενος ἐβόας· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νέων ἐδείχθης ποδηγέτης, τὴν προσπάθειαν βδελύττεσθαι διδάσκων, τοῖς προσήκουσι δέ, ταπείνωσιν ἐδείκνυς, καὶ προσευχὴν ἀθόλωτον, καὶ ἀγάπην ὡς τελείοις.
Αἴσθησιν ἄϋλον πλουτήσας, τὴν πεντάριθμον ἐῤῥύθμισας Θεόφρον, πρὸς κινήσεις καλάς, δι’ ὧν προσῳκειώθης, Πατρὶ καὶ Λόγῳ Πνεύματι, καὶ μεθέξει ἐθεώθης.
Ἵλεων εὗρες τὸν Δεσπότην, ἐλεήμονα καρδίαν κεκτημένος, καὶ πενήτων στοργῇ, τῆς αἰωνίου δόξης, Κασσιανὲ τετύχηκας, μοναζόντων ποδηγέτα.
Θεοτοκίον.Νέμοις μοι λύσιν τῶν πταισμάτων, ὥνπερ ἔπραξα Πανύμνητε ἀφρόνως, καὶ μελλούσης ζωῆς, ποίησον κληρονόμον, ὅπως σωθεὶς δοξάζω Σε, τὴν καλήν μου προστασίαν.
ᾨδὴ η'. Ὁ Εἱρμὸς. Οἱ θεοῤῥήμονες.Ἐν Ἐκκλησίᾳ νυνὶ τῶν Πρωτοτόκων, συναυλιζόμενος Πάτερ, τῶν μεμνημένων σου μέμνησο, καὶ τυχεῖν τῆς ἀγήρω, ζωῆς καθικέτευε.
Σῶμα νεκρώσας ἀσκήσεως τοῖς πόνοις, τὰς τῆς ψυχῆς σου δυνάμεις, Κασσιανὲ ἀνεζώωσας, καὶ ποιμὴν μοναζόντων, ἐδείχθης Θεσπέσιε.
Ὢ τῆς ἀρίστης σου Πάτερ πολιτείας! Ὢ τῶν μεγίστων καμάτων, Κασσιανὲ ἀξιάγαστε, δι’ ὧν δόξης τῆς ἄνω, πλουσίως τετύχηκας!
Οἱ φωτισθέντες τῇ αἴγλῃ τῶν δογμάτων, καὶ τῶν Πατέρων τοῖς ὅροις, τοῖς Ὀρθοδόξοις ἑπόμενοι, σὺν Υἱῷ τὸν Πατέρα, καὶ Πνεῦμα δοξάσωμεν.
Θεοτοκίον.Κλίμακα πάλαι κατεῖδεν Ἰακώβ Σε, Θεοκυῆτορ Παρθένε, ἐφ’ ἧς Θεὸς ἐπεστήρικτο, τοὺς βροτοὺς πρὸς τὰ ἄνω, ἐκ γῆς ἐκκαλούμενος.
ᾨδὴ θ'. Ὁ Εἱρμὸς. Κυρίως Θεοτόκον.Ῥοῇ τῶν σῶν δακρύων, ἔπνιξας Θεόφρον, τὸν παλαμναῖον ἐχθρὸν καὶ διέσωσας, τοὺς ἑπομένους σοι πάντας, πρὸς ὄρος γνώσεως.
Ἡμέραν εὐφροσύνης, ἄγει σου ἡ μνήμη, Κασσιανὲ τοῖς ἐν πίστει τιμῶσί σε, καὶ ἑορτάζουσι ταύτην, ἐκ πόθου σήμερον.
Τῆς νίκης τοὺς στεφάνους, Μάκαρ ἀνεδήσω, ἀνθ’ ὧν τυράννους τοὺς τρεῖς ἐκνενίκηκας, Κασσιανὲ τοῦ Δεσπότου, χειρὶ στεφόμενος.
Ἡμῶν τῶν μετὰ πόθου, σοῦ τῇ θείᾳ μνήμῃ, τὸ εὐτελὲς πλεξαμένων ἐφύμνιον, πρόστηθι Πάτερ καὶ ῥύου, παθῶν καὶ θλίψεων.
Θεοτοκίον.Σαρκούμενος ὁ Λόγος, ὤφθη ἐκ γαστρός Σου, Θεοκυῆτορ καθ’ ἕνωσιν ἄῤῥητον, εἷς ἐξ ἀμφοῖν χρηματίζων, Θεὸς καὶ ἄνθρωπος.