Παντὶ λόγῳ λόγος ἴσος ἀντίκειτα
Il n’y a pas de raison qui n’ait sa contraire.
Ὅταν δὲ λέγωμεν ‘παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται’, παντὶ μὲν λέγομεν τῷ ὑφ' ἡμῶν διεξωδευμένῳ, λόγον δέ φαμεν οὐχ ἁπλῶς ἀλλὰ τὸν κατασκευάζοντά τι δογματικῶς, τουτέστι περὶ ἀδήλου, καὶ οὐ πάντως τὸν ἐκ λημμάτων καὶ ἐπιφορᾶς ἀλλὰ τὸν ὁπωσοῦν κατασκευάζοντα. ‘ἴσον’ δέ φαμεν κατὰ πίστιν ἢ ἀπιστίαν, τό τε ‘ἀντίκειται’ λαμβάνομεν ἀντὶ τοῦ ‘μάχεται’ κοινῶς, καὶ τὸ ‘ὡς ἐμοὶ φαίνεται’ συνεκδεχόμεθα. ὅταν οὖν εἴπω ‘παντὶ λόγῳ λόγος ἴσος ἀντίκειται’, δυνάμει τοῦτό φημι ‘παντὶ τῷ ὑπ' ἐμοῦ ζητουμένῳ λόγῳ, ὃς κατασκευάζει τι δογματικῶς, ἕτερος λόγος κατασκευάζων τι δογματικῶς, ἴσος αὐτῷ κατὰ πίστιν καὶ ἀπιστίαν, ἀντικεῖσθαι φαίνεταί μοι’, ὡς εἶναι τὴν τοῦ λόγου προφορὰν οὐ δογματικὴν ἀλλ' ἀνθρωπείου πάθους ἀπαγγελίαν, ὅ ἐστι φαινόμενον τῷ πάσχοντι. προφέρονται δέ τινες καὶ οὕτω τὴν φωνήν ‘παντὶ λόγῳ λόγον ἴσον ἀντικεῖσθαι’, ἀξιοῦντες παραγγελματικῶς τοῦτο ‘παντὶ λόγῳ δογματικῶς τι κατασκευάζοντι λόγον δογματικῶς ζητοῦντα, ἴσον κατὰ πίστιν καὶ ἀπιστίαν, μαχόμενον αὐτῷ ἀντιτιθῶμεν’, ἵνα ὁ μὲν λόγος αὐτοῖς ᾖ πρὸς τὸν σκεπτικόν, χρῶνται δὲ ἀπαρεμφάτῳ ἀντὶ προστακτικοῦ, τῷ ‘ἀντικεῖσθαι’ ἀντὶ τοῦ ‘ἀντιτιθῶμεν’.